ἵπποι δ᾽ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς 430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ᾽ ἀρειῇ: ‘τὼ δ᾽ οὔτ᾽ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτ᾽ ἐς πόλεμον μετ᾽ Ἀχαιούς, ἀλλ᾽ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ᾽ ἐπὶ τύμβῳ 435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες οὔδει ἐνισκίμψαντε καρήατα: δάκρυα δέ σφι θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ: θαλερὴ δ᾽ ἐμιαίνετο χαίτη 440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. μυρομένω δ᾽ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν: ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι θνητῷ, ὑμεῖς δ᾽ ἐστὸν ἀγήρω τ᾽ ἀθανάτω τε; 445ἦ ἵνα δυστήνοισι μετ᾽ ἀνδράσιν ἄλγε᾽ ἔχητον; οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. ἀλλ᾽ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται: οὐ γὰρ ἐάσω. 450ἦ οὐχ ἅλις ὡς καὶ τεύχε᾽ ἔχει καὶ ἐπεύχεται αὔτως; σφῶϊν δ᾽ ἐν γούνεσσι βαλῶ μένος ἠδ᾽ ἐνὶ θυμῷ, ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς: ἔτι γάρ σφισι κῦδος ὀρέξω κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται 455δύῃ τ᾽ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ: ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. τὼ δ᾽ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. The horses of the descendant of Aiakos stood out of the fight and wept when they heard that their driver had been laid low by the hand of murderous Hektor. Automedon, valiant son of Diores, lashed them again and again; many a time did he speak kindly to them, and many a time did he upbraid them, but they would neither go back to the ships by the waters of the broad Hellespont, nor yet into battle among the Achaeans; they stood with their chariot stock still, as a pillar set over the tomb of some dead man or woman, and bowed their heads to the ground. Hot tears fell from their eyes as they mourned the loss of their charioteer, and their noble manes drooped all wet from under the yokestraps on either side the yoke. The son of Kronos saw them and took pity upon their sorrow. He wagged his head, and muttered to himself, saying, "Poor things, why did we give you to King Peleus who is a mortal, while you are yourselves ageless and immortal? Was it that you might share the sorrows that befall humankind? for of all creatures that live and move upon the earth there is none so pitiable as he is - still, Hektor son of Priam shall drive neither you nor your chariot. I will not have it. It is enough that he should have the armor over which he vaunts so vainly. Furthermore I will give you strength of heart and limb to bear Automedon safely to the ships from battle, for I shall let the Trojans triumph still further, and go on k**ing till they reach the ships; whereon night shall fall and darkness overshadow the land." As he spoke he breathed heart and strength into the horses so that they shook the dust from out of their manes, and bore their chariot swiftly into the fight that raged between Trojans and Achaeans. ------------------------ via perseus.tufts.edu: "This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License."