Euripides - Lines 214 - 356 lyrics

Published

0 193 0

Euripides - Lines 214 - 356 lyrics

{Μη.} Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων μή μοί τι μέμψησθ'• οἶδα γὰρ πολλοὺς βροτῶν (215) σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ' ἐν θυραίοις• οἱ δ' ἀφ' ἡσύχου ποδὸς δύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ' ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς (220) στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει• οὐδ' ἀστὸν ἤινεσ' ὅστις αὐθαδὴς γεγὼς πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. ἐμοὶ δ' ἄελπτον πρᾶγμα προσπεσὸν τόδε (225) ψυχὴν διέφθαρκ'• οἴχομαι δὲ καὶ βίου χάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι. ἐν ὧι γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ' οὑμὸς πόσις. πάντων δ' ὅσ' ἔστ' ἔμψυχα καὶ γνώμην ἔχει (230) γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν• ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆι πόσιν πρίασθαι δεσπότην τε σώματος λαβεῖν• κακοῦ γὰρ τοῦτ' ἔτ' ἄλγιον κακόν. κἀν τῶιδ' ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν (235) ἢ χρηστόν• οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ γυναιξὶν οὐδ' οἷόν τ' ἀνήνασθαι πόσιν. ἐς καινὰ δ' ἤθη καὶ νόμους ἀφιγμένην δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, οἵωι μάλιστα χρήσεται ξυνευνέτηι. (240) κἂν μὲν τάδ' ἡμῖν ἐκπονουμέναισιν εὖ πόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν, ζηλωτὸς αἰών• εἰ δὲ μή, θανεῖν χρεών. ἀνὴρ δ', ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης (245) [ἢ πρὸς φίλον τιν' ἢ πρὸς ἥλικα τραπείς]• ἡμῖν δ' ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. λέγουσι δ' ἡμᾶς ὡς ἀκίνδυνον βίον ζῶμεν κατ' οἴκους, οἱ δὲ μάρνανται δορί, κακῶς φρονοῦντες• ὡς τρὶς ἂν παρ' ἀσπίδα (250) στῆναι θέλοιμ' ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ. ἀλλ' οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ' ἥκει λόγος• σοὶ μὲν πόλις θ' ἥδ' ἐστὶ καὶ πατρὸς δόμοι βίου τ' ὄνησις καὶ φίλων συνουσία, ἐγὼ δ' ἔρημος ἄπολις οὖσ' ὑβρίζομαι (255) πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη, οὐ μητέρ', οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ' ἔχουσα συμφορᾶς. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, ἤν μοι πόρος τις μηχανή τ' ἐξευρεθῆι (260) πόσιν δίκην τῶνδ' ἀντιτείσασθαι κακῶν [τὸν δόντα τ' αὐτῶι θυγατέρ' ἥν τ' ἐγήματο], σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα κακή τ' ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν• ὅταν δ' ἐς εὐνὴν ἠδικημένη κυρῆι, (265) οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. {Χο.} δράσω τάδ'• ἐνδίκως γὰρ ἐκτείσηι πόσιν, Μήδεια. πενθεῖν δ' οὔ σε θαυμάζω τύχας. ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ' ἄνακτα γῆς, στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. (270) {ΚΡΕΩΝ} σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, (271) Μήδει', ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῆι τέκνα, καὶ μή τι μέλλειν• ὡς ἐγὼ βραβεὺς λόγου τοῦδ' εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν (275) πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. {Μη.} αἰαῖ• πανώλης ἡ τάλαιν' ἀπόλλυμαι• ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ' ὅμως• (280) τίνος μ' ἕκατι γῆς ἀποστέλλεις, Κρέον; {Κρ.} δέδοικά σ', οὐδὲν δεῖ παραμπίσχειν λόγους, μή μοί τι δράσηις παῖδ' ἀνήκεστον κακόν. συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα• σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, (285) λυπῆι δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ' ἀπειλεῖν σ', ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην δράσειν τι. ταῦτ' οὖν πρὶν παθεῖν φυλάξομαι. κρεῖσσον δέ μοι νῦν πρὸς σ' ἀπεχθέσθαι, γύναι, (290) ἢ μαλθακισθένθ' ὕστερον μεταστένειν. {Μη.} φεῦ φεῦ. οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον, (292) ἔβλαψε δόξα μεγάλα τ' εἴργασται κακά. χρὴ δ' οὔποθ' ὅστις ἀρτίφρων πέφυκ' ἀνὴρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς• (295) χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι• τῶν δ' αὖ δοκούντων εἰδέναι τι ποικίλον (300) κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῆι ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης• σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ' ἐπίφθονος, [τοῖς δ' ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,] τοῖς δ' αὖ προσάντης• εἰμὶ δ' οὐκ ἄγαν σοφή. σὺ δ' οὖν φοβῆι με• μὴ τί πλημμελὲς πάθηις; οὐχ ὧδ' ἔχει μοι, μὴ τρέσηις ἡμᾶς, Κρέον, ὥστ' ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ τί μ' ἠδίκηκας; ἐξέδου κόρην ὅτωι σε θυμὸς ἦγεν. ἀλλ' ἐμὸν πόσιν (310) μισῶ• σὺ δ', οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν• νυμφεύετ', εὖ πράσσοιτε• τήνδε δὲ χθόνα ἐᾶτέ μ' οἰκεῖν. καὶ γὰρ ἠδικημένοι σιγησόμεσθα, κρεισσόνων νικώμενοι. (315) {Κρ.} λέγεις ἀκοῦσαι μαλθάκ', ἀλλ' ἔσω φρενῶν ὀρρωδία μοι μή τι βουλεύηις κακόν. τοσῶιδε δ' ἧσσον ἢ πάρος πέποιθά σοι• γυνὴ γὰρ ὀξύθυμος, ὡς δ' αὔτως ἀνήρ, ῥάιων φυλάσσειν ἢ σιωπηλὸς σοφή. (320) ἀλλ' ἔξιθ' ὡς τάχιστα, μὴ λόγους λέγε• ὡς ταῦτ' ἄραρε κοὐκ ἔχεις τέχνην ὅπως μενεῖς παρ' ἡμῖν οὖσα δυσμενὴς ἐμοί. {Μη.} μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. {Κρ.} λόγους ἀναλοῖς• οὐ γὰρ ἂν πείσαις ποτέ. (325) {Μη.} ἀλλ' ἐξελᾶις με κοὐδὲν αἰδέσηι λιτάς; {Κρ.} φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. {Μη.} ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. {Κρ.} πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. {Μη.} φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. (330) {Κρ.} ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. {Μη.} Ζεῦ, μὴ λάθοι σε τῶνδ' ὃς αἴτιος κακῶν. {Κρ.} ἕρπ', ὦ ματαία, καί μ' ἀπάλλαξον πόνων. {Μη.} †πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.† {Κρ.} τάχ' ἐξ ὀπαδῶν χειρὸς ὠσθήσηι βίαι. (335) {Μη.} μὴ δῆτα τοῦτό γ', ἀλλά σ' ἄντομαι, Κρέον. {Κρ.} ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. {Μη.} φευξούμεθ'• οὐ τοῦθ' ἱκέτευσά σου τυχεῖν. {Κρ.} τί δ' αὖ βιάζηι κοὐκ ἀπαλλάσσηι χερός; {Μη.} μίαν με μεῖναι τήνδ' ἔασον ἡμέραν (340) καὶ ξυμπερᾶναι φροντίδ' ἧι φευξούμεθα παισίν τ' ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ οὐδὲν προτιμᾶι μηχανήσασθαι τέκνοις. οἴκτιρε δ' αὐτούς• καὶ σύ τοι παίδων πατὴρ πέφυκας• εἰκὸς δέ σφιν εὔνοιάν σ' ἔχειν. (345) τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ κλαίω συμφορᾶι κεχρημένους. {Κρ.} ἥκιστα τοὐμὸν λῆμ' ἔφυ τυραννικόν, αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα• καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, (350) ὅμως δὲ τεύξηι τοῦδε. προυννέπω δέ σοι, εἴ σ' ἡ 'πιοῦσα λαμπὰς ὄψεται θεοῦ καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, θανῆι• λέλεκται μῦθος ἀψευδὴς ὅδε. [νῦν δ', εἰ μένειν δεῖ, μίμν' ἐφ' ἡμέραν μίαν• (355) οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ' ἔχει.]

You need to sign in for commenting.
No comments yet.