Euripides - Medea (Greek) 1051-1230 lyrics

Published

0 159 0

Euripides - Medea (Greek) 1051-1230 lyrics

τολμητέον τάδ'· ἀλλὰ τῆς ἐμῆς κάκης, τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί. χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτωι δὲ μὴ θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, αὐτῶι μελήσει· χεῖρα δ' οὐ διαφθερῶ. (1055) [ἆ ἆ]· μὴ δῆτα, θυμέ, μὴ σύ γ' ἐργάσηι τάδε· (1056) ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων· ἐκεῖ μεθ' ἡμῶν ζῶντες εὐφρανοῦσί σε. μὰ τοὺς παρ' Ἅιδηι νερτέρους ἀλάστορας, οὔτοι ποτ' ἔσται τοῦθ' ὅπως ἐχθροῖς ἐγὼ (1060) παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. πάντως σφ' ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν. πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται· καὶ δὴ 'πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ (1065) νύμφη τύραννος ὄλλυται, σάφ' οἶδ' ἐγώ. ἀλλ', εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, παῖδας προσειπεῖν βούλομαι· δότ', ὦ τέκνα, δότ' ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. (1070) ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων. εὐδαιμονοῖτον, ἀλλ' ἐκεῖ· τὰ δ' ἐνθάδε πατὴρ ἀφείλετ'· ὦ γλυκεῖα προσβολή, ὦ μαλθακὸς χρὼς πνεῦμά θ' ἥδιστον τέκνων. (1075) χωρεῖτε χωρεῖτ'· οὐκέτ' εἰμὶ προσβλέπειν οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.] (1080) {Χο.} πολλάκις ἤδη διὰ λεπτοτέρων μύθων ἔμολον καὶ πρὸς ἁμίλλας ἦλθον μείζους ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν. ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, (1085) ἣ προσομιλεῖ σοφίας ἕνεκεν, πάσαισι μὲν οὔ, παῦρον δὲ γένος (<μίαν> ἐν πολλαῖς εὕροις ἂν ἴσως) οὐκ ἀπόμουσον τὸ γυναικῶν. καί φημι βροτῶν οἵτινές εἰσιν (1090) πάμπαν ἄπειροι μηδ' ἐφύτευσαν παῖδας προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. οἱ μὲν ἄτεκνοι, δι' ἀπειροσύνην εἴθ' ἡδὺ βροτοῖς εἴτ' ἀνιαρὸν (1095) παῖδες τελέθουσ' οὐχὶ τυχόντες, πολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ', ἐσορῶ μελέτηι κατατρυχομένους τὸν ἅπαντα χρόνον, (1100) πρῶτον μὲν ὅπως θρέψουσι καλῶς βίοτόν θ' ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ' ἐκ τούτων εἴτ' ἐπὶ φλαύροις εἴτ' ἐπὶ χρηστοῖς (1103) μοχθοῦσι, τόδ' ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη (1105) πᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ' ηὗρον σῶμά τ' ἐς ἥβην ἤλυθε τέκνων χρηστοί τ' ἐγένοντ'· εἰ δὲ κυρήσαι δαίμων οὕτω, φροῦδος ἐς Ἅιδου (1110) θάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις τήνδ' ἔτι λύπην ἀνιαροτάτην παίδων ἕνεκεν θνητοῖσι θεοὺς ἐπιβάλλειν; (1115) {Μη.} φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος στείχοντ' ὀπαδῶν· πνεῦμα δ' ἠρεθισμένον δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. (1120) {ΑΓΓΕΛΟΣ} [ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,] (1121) Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν λιποῦσ' ἀπήνην μήτ' ὄχον πεδοστιβῆ. {Μη.} τί δ' ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; {Αγ.} ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη (1125) Κρέων θ' ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. {Μη.} κάλλιστον εἶπας μῦθον, ἐν δ' εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσηι. {Αγ.} τί φήις; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνηι, γύναι, ἥτις, τυράννων ἑστίαν ἠικισμένη, (1130) χαίρεις κλύουσα κοὐ φοβῆι τὰ τοιάδε; {Μη.} ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον λόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος, λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως. (1135) {Αγ.} ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ σὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους, ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς δμῶες· δι' ὤτων δ' εὐθὺς ἦν πολὺς λόγος σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. (1140) κυνεῖ δ' ὁ μέν τις χεῖρ', ὁ δὲ ξανθὸν κάρα παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο στέγας γυναικῶν σὺν τέκνοις ἅμ' ἑσπόμην. δέσποινα δ' ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν, πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, (1145) πρόθυμον εἶχ' ὀφθαλμὸν εἰς Ἰάσονα· ἔπειτα μέντοι προυκαλύψατ' ὄμματα λευκήν τ' ἀπέστρεψ' ἔμπαλιν παρηίδα, παίδων μυσαχθεῖσ' εἰσόδους. πόσις δὲ σὸς ὀργάς τ' ἀφήιρει καὶ χόλον νεάνιδος, (1150) λέγων τάδ'· Οὐ μὴ δυσμενὴς ἔσηι φίλοις, παύσηι δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα, φίλους νομίζουσ' οὕσπερ ἂν πόσις σέθεν, δέξηι δὲ δῶρα καὶ παραιτήσηι πατρὸς φυγὰς ἀφεῖναι παισὶ τοῖσδ' ἐμὴν χάριν; (1155) ἡ δ', ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, ἀλλ' ἤινεσ' ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις (1160) λαμπρῶι κατόπτρωι σχηματίζεται κόμην, ἄψυχον εἰκὼ προσγελῶσα σώματος. κἄπειτ' ἀναστᾶσ' ἐκ θρόνων διέρχεται στέγας, ἁβρὸν βαίνουσα παλλεύκωι ποδί, δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις (1165) τένοντ' ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ' ἰδεῖν· χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. (1170) καί τις γεραιὰ προσπόλων, δόξασά που ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν, ἀνωλόλυξε, πρίν γ' ὁρᾶι διὰ στόμα χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ' ἄπο κόρας στρέφουσαν, αἷμά τ' οὐκ ἐνὸν χροΐ· (1175) εἶτ' ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν κωκυτόν. εὐθὺς δ' ἡ μὲν ἐς πατρὸς δόμους ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν, φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν. (1180) ἤδη δ' ἀνελθὼν κῶλον ἕκπλεθρον δρόμου ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο· ἡ δ' ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος δεινὸν στενάξασ' ἡ τάλαιν' ἠγείρετο. διπλοῦν γὰρ αὐτῆι πῆμ' ἐπεστρατεύετο· (1185) χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. φεύγει δ' ἀναστᾶσ' ἐκ θρόνων πυρουμένη, (1190) σείουσα χαίτην κρᾶτά τ' ἄλλοτ' ἄλλοσε, ῥῖψαι θέλουσα στέφανον· ἀλλ' ἀραρότως σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ', ἐπεὶ κόμην ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο. πίτνει δ' ἐς οὖδας συμφορᾶι νικωμένη, (1195) πλὴν τῶι τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· οὔτ' ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις οὔτ' εὐφυὲς πρόσωπον, αἷμα δ' ἐξ ἄκρου ἔσταζε κρατὸς συμπεφυρμένον πυρί, σάρκες δ' ἀπ' ὀστέων ὥστε πεύκινον δάκρυ (1200) γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον, δεινὸν θέαμα. πᾶσι δ' ἦν φόβος θιγεῖν νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. πατὴρ δ' ὁ τλήμων συμφορᾶς ἀγνωσίαι ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῶι. (1205) ὤιμωξε δ' εὐθὺς καὶ περιπτύξας χέρας κυνεῖ προσαυδῶν τοιάδ'. Ὦ δύστηνε παῖ, τίς σ' ὧδ' ἀτίμως δαιμόνων ἀπώλεσεν; τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. (1210) ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρήιζων γεραιὸν ἐξαναστῆσαι δέμας προσείχεθ' ὥστε κισσὸς ἔρνεσιν δάφνης λεπτοῖσι πέπλοις, δεινὰ δ' ἦν παλαίσματα. ὁ μὲν γὰρ ἤθελ' ἐξαναστῆσαι γόνυ, (1215) ἡ δ' ἀντελάζυτ'· εἰ δὲ πρὸς βίαν ἄγοι, σάρκας γεραιὰς ἐσπάρασσ' ἀπ' ὀστέων. χρόνωι δ' ἀπέσβη καὶ μεθῆχ' ὁ δύσμορος ψυχήν· κακοῦ γὰρ οὐκέτ' ἦν ὑπέρτερος. κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατήρ (1220) [πέλας, ποθεινὴ δακρύοισι συμφορά]. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· γνώσηι γὰρ αὐτὴ ζημίας ἐπιστροφήν. τὰ θνητὰ δ' οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, οὐδ' ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν (1225) δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων τούτους μεγίστην μωρίαν ὀφλισκάνειν. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· ὄλβου δ' ἐπιρρυέντος εὐτυχέστερος ἄλλου γένοιτ' ἂν ἄλλος, εὐδαίμων δ' ἂν οὔ. (1230)

You need to sign in for commenting.
No comments yet.