μολόντι δ' αὐτῶι μαλθακοὺς λέξω λόγους,
†ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει†
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
καὶ ξύμφορ' εἶναι καὶ καλῶς ἐγνωσμένα.
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, (780)
οὐχ ὡς λιποῦσ' ἂν πολεμίας ἐπὶ χθονὸς
[ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι],
ἀλλ' ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ' ἔχοντας ἐν χεροῖν,
[νύμφηι φέροντας, τήνδε μὴ φεύγειν χθόνα,] (785)
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· @1
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῆι χροΐ,
κακῶς ὀλεῖται πᾶς θ' ὃς ἂν θίγηι κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
ἐνταῦθα μέντοι τόνδ' ἀπαλλάσσω λόγον. (790)
ὤιμωξα δ' οἷον ἔργον ἔστ' ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ'· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ' Ἰάσονος
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον (795)
φεύγουσα καὶ τλᾶσ' ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
[ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ' οἶκος ἔστιν οὔτ' ἀποστροφὴ κακῶν.]
ἡμάρτανον τόθ' ἡνίκ' ἐξελίμπανον (800)
δόμους πατρώιους, ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ', ὃς ἡμῖν σὺν θεῶι τείσει δίκην.
οὔτ' ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
νύμφης τεκνώσει παῖδ', ἐπεὶ κακὴν κακῶς (805)
θανεῖν σφ' ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ' ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου,
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. (810)
{Χο.} ἐπείπερ ἡμῖν τόνδ' ἐκοίνωσας λόγον,
σέ τ' ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα δρᾶν σ' ἀπεννέπω τάδε. @1
{Μη.} οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
τάδ' ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. (815)
{Χο.} ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
{Μη.} οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
{Χο.} σὺ δ' ἂν γένοιό γ' ἀθλιωτάτη γυνή.
{Μη.} ἴτω· περισσοὶ πάντες οὑν μέσωι λόγοι.
ἀλλ' εἶα χώρει καὶ κόμιζ' Ἰάσονα· (820
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
λέξηις δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ' ἔφυς.
{Χο.} Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς (825)
χώρας ἀπορθήτου τ' ἄπο, φερβόμενοι (827)
κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου (829)
βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ' ἁγνὰς (830)
ἐννέα Πιερίδας Μούσας λέγουσι (833)
ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
τοῦ καλλινάου τ' ἐπὶ Κηφισοῦ ῥοαῖς (835)
τὰν Κύπριν κλήιζουσιν ἀφυσσαμέναν
χώρας καταπνεῦσαι μετρίας ἀνέμων @1 (838-839)
ἡδυπνόους αὔρας· αἰεὶ δ' ἐπιβαλλομέναν (840)
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
τᾶι Σοφίαι παρέδρους πέμπειν Ἔρωτας, (843)
παντοίας ἀρετᾶς ξυνεργούς. (845)
πῶς οὖν ἱερῶν ποταμῶν
ἢ πόλις ἢ φίλων
πόμπιμός σε χώρα
τὰ παιδολέτειραν ἕξει,
τὰν οὐχ ὁσίαν μέταυλον; (850)
σκέψαι τεκέων πλαγάν,
σκέψαι φόνον οἶον αἴρηι.
μή, πρὸς γονάτων σε πάνται
πάντως ἱκετεύομεν,
τέκνα φονεύσηις. (855)
πόθεν θράσος †ἢ φρενὸς ἢ
χειρὶ τέκνων σέθεν†
καρδίαι τε λήψηι
δεινὰν προσάγουσα τόλμαν;
πῶς δ' ὄμματα προσβαλοῦσα (860)
τέκνοις ἄδακρυν μοῖραν @1
σχήσεις φόνου; οὐ δυνάσηι
παίδων ἱκετᾶν πιτνόντων
τέγξαι χέρα φοινίαν
τλάμονι θυμῶι. (865)
{Ια.} ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ', ἀλλ' ἀκούσομαι·
τί χρῆμα βούληι καινὸν ἐξ ἐμοῦ, γύναι;
{Μη.} Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον' εἶναι· τὰς δ' ἐμὰς ὀργὰς φέρειν (870)
εἰκός σ', ἐπεὶ νῶιν πόλλ' ὑπείργασται φίλα.
ἐγὼ δ' ἐμαυτῆι διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι (875)
πόσει θ', ὃς ἡμῖν δρᾶι τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ; τί πάσχω, θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα (880)
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ' ἐννοηθεῖσ' ἠισθόμην ἀβουλίαν @1
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη