Acherontas - The Oracle who Admonished the Unworthy (Hymn to Oneiroi) lyrics

Published

0 145 0

Acherontas - The Oracle who Admonished the Unworthy (Hymn to Oneiroi) lyrics

Κικλήσκω σε, μάκαρ, τανυσίπτερε,οὖλε Ὄνειρε, ἄγγελε μελλόντων, θνητοῖς χρησμωιδὲ μέγιστε· ἡσυχίαι γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών, προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις, καὶ γνώμας μακάρων αὐτὸς καθ᾽ ὕπνους ὑποπέμπεις, σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων, οἷσιν ἐπ᾽ εὐσεβίηισι θεῶν νόος ἐσθλὸς ὁδεύει, ὡς ἂν ἀεὶ τὸ καλὸν μέλλον, γνώμηισι προληφθέν, τερπωλαῖς ὑπάγηι βίον ἀνθρώπων προχαρέντων τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπηι εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων. εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσαν ἀνάγκην ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων, ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο. ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν, ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζηις μηδὲν ἐπ᾽ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.

You need to sign in for commenting.
No comments yet.